Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.201 Joseph. AJ 9.206 (English) >>Joseph. AJ 9.211

9.204κατέστρεψε δὲ οὕτως Ἀμασίας τὸν βίον καὶ διὰ τὸν νεωτερισμὸν τῆς πρὸς τὸν θεὸν ὀλιγωρίας, βιώσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν παῖς Ὀζίας τοὔνομα. 9.205

Πεντεκαιδεκάτῳ ἔτει τῆς Ἀμασία βασιλείας ἐβασίλευσε τῶν Ἰσραηλιτῶν Ἰωάσου υἱὸς Ἱερόβαμος ἐν Σαμαρείᾳ ἔτη τεσσαράκοντα. οὗτος βασιλεὺς τὰ μὲν εἰς τὸν θεὸν ὑβριστὴς καὶ παράνομος δεινῶς ἐγένετο εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις, τῷ δὲ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων ἀγαθῶν αἴτιος ὑπῆρχε. 9.206τούτῳ προεφήτευσέ τις Ἰωνᾶς, ὡς δεῖ πολεμήσαντα τοῖς Σύροις αὐτὸν κρατῆσαι τῆς ἐκείνων δυνάμεως καὶ πλατῦναι τὴν αὑτοῦ βασιλείαν τοῖς μὲν κατὰ τὴν ἄρκτον μέρεσιν ἕως Ἀμάθου πόλεως, τοῖς δὲ κατὰ τὴν μεσημβρίαν ἕως τῆς Ἀσφαλτίδος λίμνης· 9.207τὸ γὰρ ἀρχαῖον οἱ ὅροι τῆς Χαναναίας ἦσαν οὗτοι, καθὼς στρατηγὸς Ἰησοῦς περιώρισε. στρατεύσας οὖν ἐπὶ τοὺς Σύρους Ἱερόβαμος καταστρέφεται πᾶσαν αὐτῶν τὴν χώραν, ὡς προεφήτευσεν Ἰωνᾶς. 9.208

Ἀναγκαῖον δὲ ἡγησάμην τὴν ἀκρίβειαν τῶν πραγμάτων παραδώσειν ὑπεσχημένος ὅσα καὶ περὶ τούτου τοῦ προφήτου εὗρον ἐν ταῖς Ἑβραϊκαῖς βίβλοις ἀναγεγραμμένα διεξελθεῖν· κελευσθεὶς γὰρ οὗτος ὑπὸ τοῦ θεοῦ πορευθῆναι μὲν εἰς τὴν Νινύου βασιλείαν κηρῦξαι δʼ ἐκεῖ γενόμενον ἐν τῇ πόλει ὅτι τὴν ἀρχὴν ἀπολέσει, δείσας οὐκ ἀπῆλθεν, ἀλλʼ ἀποδιδράσκει τὸν θεὸν εἰς Ἰόπην πόλιν καὶ πλοῖον εὑρὼν ἐμβὰς εἰς Ταρσὸν ἔπλει τῆς Κιλικίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.201 Joseph. AJ 9.206 (English) >>Joseph. AJ 9.211

Powered by PhiloLogic